Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἄριστόν ἐστιν ἀνθρώποις’ ἀποκρίνασθαι τὴν πρόμαντιν ὅτι οὐδ᾽ αὐτὸς ἀγνοεῖ, εἴ γε τὰ γραφέντα περὶ Τροφωνίου καὶ Ἀγαμήδους ἐκείνου ἐστίν: εἰ δὲ καὶ πειραθῆναι βούλεται, μετ᾽ οὐ πολὺ ἔσεσθαι αὐτῷ πρόδηλον. καὶ οὕτω πυθόμενον τὸν Πίνδαρον συλλογίζεσθαι τὰ πρὸς τὸν θάνατον, διελθόντος δ᾽ ὀλίγου χρόνου τελευτῆσαι. τὰ δὲ περὶ τὸν Ἰταλὸν Εὐθύνοον τοιαῦτά φασι γενέσθαι. εἶναι μὲν γὰρ αὐτὸν Ἠλυσίου πατρὸς 1 Τεριναίου, τῶν ἐκεῖ πρώτου καὶ ἀρετῇ καὶ πλούτῳ καὶ δόξῃ, τελευτῆσαι δ᾽ ἐξαπίνης αἰτίᾳ τινὶ ἀδήλῳ. τὸν οὖν Ἠλύσιον εἰσελθεῖν ὅπερ ἴσως κἂν ἄλλον εἰσῆλθε, μήποτ᾽ εἴη φαρμάκοις
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.