Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εὔνοιαν, ἣν παντὸς μᾶλλον διασῴζειν ἀναγκαῖον. τὸ δὲ πέρα τοῦ μετρίου 1 παρεκφέρεσθαι χαὶ συναύξειν τὰ πένθη παρὰ φύσιν εἶναί φημι καὶ ὑπὸ τῆς ἐν ἡμῖν φαύλης γίγνεσθαι δόξης. διὸ καὶ τοῦτο μὲν ἐατέον ὡς βλαβερὸν καὶ φαῦλον καὶ σπουδαίοις ἀνδράσιν ἣκιστα πρέπον, τὴν δὲ μετριοπάθειαν οὐκ [p. 250] ἀποδοκιμαστέον. ‘μὴ γὰρ νοσοῖμεν’ φησὶν ὁ ἀκαδημαϊκὸς Κράντωρ, 2 ‘νοσήσασι δὲ παρείη τις αἴσθησις, εἴτ᾽ οὖν τέμνοιτό τι τῶν ἡμετέρων εἴτ᾽ ἀποσπῷτο. τὸ γὰρ ἀνώδυνον τοῦτ᾽ οὐκ ἄνευ μεγάλων ἐγγίγνεται μισθῶν τῷ ἀνθρώπῳ : τεθηριῶσθαι γὰρ εἰκὸς ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.