Ἀπηρτημένως δὲ τούτοις ὁ κωμικὸς 1 ἐπὶ τῶν δυσπαθούντων ἐπὶ ταῖς τοιαύταις συμφοραῖς ταυτὶ λέγει [p. 258]
εἰ τὰ δάκρυ᾽ ἡμῖν τῶν κακῶν ἦν φάρμακον,
ἀεὶ 2 θ᾽ ὁ κλαύσας τοῦ πονεῖν ἐπαύετο,
ἠλλαττόμεσθ᾽ ἂν δάκρυα , δόντες χρυσίον.
νῦν δ᾽ οὐ προσέχει τὰ πράγματ᾽ οὐδ᾽ ἀποβλέπει
εἰς ταῦτα, δέσποτ᾽, ἀλλὰ τὴν αὐτὴν ὁδόν,
ἐάν τε κλάῃς ἄν τε μή, πορεύεται.
τί οὖν ποιεῖς: πλέον; 3 οὐδέν: ἡ λύπη δ᾽ ἔχει