ὁ δὲ Σωκράτης 1 παραπλήσιον ἔλεγεν εἶναι τὸν θάνατον ἤτοι τῷ βαθυτάτῳ ὕπνῳ ἢ ἀποδημίᾳ μακρᾷ καὶ πολυχρονίῳ ἢ τρίτον φθορᾷ τινι καὶ ἀφανισμῷ τοῦ τε σώματος καὶ τῆς ψυχῆς, κατ᾽ οὐδὲν δὲ τούτων κακὸν εἶναι. καὶ καθ᾽ ἕκαστον ἐπεπορεύετο, καὶ πρῶτον τῷ πρώτῳ. εἰ γὰρ δὴ ὕπνος τίς,: ἐστιν ὁ θάνατος καὶ περὶ τοὺς καθεύδοντας μηδέν ἐστι κακόν, δῆλονὡς οὐδὲ περὶ τοὺς τετελευτηκότας εἴη ἄν τι κακόν. ἀλλὰ μὴν γ᾽ ὅτι ἥδιστός ἐστιν ὁ βαθύτατος τί δεῖ καὶ λέγειν; αὐτὸ γὰρ τὸ πρᾶγμα φανερόν ἐστι πᾶσιν ἀνθρώποις, μαρτυρεῖ δὲ καὶ Ὅμηρος 2 ἐπ᾽ αὐτοῦ λέγων
νήγρετος ἥδιστός, θανάτῳ ἄγχιστα ἐοικώς