Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐκφράσαι τις ἕτερος δυνηθείη σαφῶς. τούτοις δ᾽ ἑπόμενος καὶ ὁ Κράντωρ 1 παραμυθούμενος ἐπὶ τῇ τῶν τέκνων τελευτῇ τὸν Ἱπποκλέα φησὶ ‘ ταῦτα γὰρ πᾶσα αὕτη ἡ ἀρχαία φιλοσοφία λέγει τε καὶ παρακελεύεται. ὧν εἰ δή τι ἄλλο μὴ ἀποδεχόμεθα, τό γε πολλαχῆ εἶναι ἐργώδη καὶ δύσκολον τὸν βίον ἄγαν ἀληθές. καὶ γὰρ εἰ μὴ φύσει τοῦτον ἔχει τὸν τρόπον, ὑπὸ γ᾽ ἡμῶν εἰς τοῦτ᾽ ἀφῖκται διαφθορᾶς. ἥ τ᾽ ἄδηλος αὕτη τύχη πόρρωθεν ἡμῖν καὶ ἔτ᾽ἀπ᾽ ἀρχῆς ἠκολούθηκεν οὐδ᾽ ἐφ᾽ ἑνὶ ὑγιεῖ, φυομένοις τε μίγνυταί τις ἐν πᾶσι κακοῦ μοῖρα: τὰ γάρ τοι σπέρματα εὐθὺς θνητὰ ὄνταταύτης κοινωνεῖ τῆς αἰτίας, ἐξἧσἀφυΐα μὲν ψυχῆς, νόσοι δὲ 2 καὶ κήδεα καὶ μοῖρα θνητῶν ἐκεῖθεν ἡμῖν ἕρπει.'’ Τοῦ δὴ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.