ἀδήλου οὖν ὄντος πότερον συμφερόντως ἀνεπαύσατο τὸν βίον ἐκλιπὼν καὶ μειζόνων ἀπολυθεὶς κακῶν ἢ οὔ, χρὴ μὴ φέρειν οὕτω βαρέως ὡσἀπολωλεκότας πάνθ᾽ ὅσων ᾠήθημεν τεύξεσθαι παρ᾽ αὐτοῦ. οὐ φαύλως γὰρ ἂν δόξειεν ὁ παρὰ τῷ ποιητῇ Ἀμφιάραος παραμυθεῖσθαι τὴν Ἀρχεμόρου μητέρα δυσχεραίνουσαν ὅτι νήπιος ὢν ὁ παῖς καὶ ἄγαν ἄωρος ἐτελεύτησε. φησὶ γὰρ οὕτως [p. 271]
ἔφυ μὲν οὐδεὶς ὅστις οὐ πονεῖ βροτῶν.
1 θάπτει τε τέκνα χἄτερ᾽ αὖ κτᾶται νέα,
αὐτός τε θνήσκει: καὶ τάδ᾽ ἄχθονται βροτοὶ
εἰς γῆν φέροντες γῆν. ἀναγκαίως δ᾽ 2 ἔχει