Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ οὔτ᾽ εἰς τὸ πρόσθεν οὐδὲν προβαῖνον τῷ χαλεπῶς φέροντι: 1 ἐμποδὼν γὰρ γίγνεσθαι τὸ λυπεῖσθαι τῷ βουλεύεσθαι περὶ τοῦ γεγονότος καὶ ὥσπερ ἐν πτώσει κύβων πρὸς τὰ πεπτωκότα τίθεσθαι τὰ ἑαυτοῦ πράγματα, ὅπῃ λόγος αἱρεῖ βέλτιστ᾽ ἂν 1 ἔχειν. οὐ δεῖν οὖν προσπταίσαντας καθάπερ παῖδας ἐχομένους τοῦ πληγέντος βοᾶν, ἀλλ᾽ ἐθίζειν τὴν ψυχὴν ὅτι τάχιστα γίγνεσθαι περὶ τὸ ἰᾶσθαί τε καὶ ἐπανορθοῦν τὸ πεσόν τε καὶ νοσῆσαν, ἰατρικῇ θρηνῳδίαν ἀφανίζοντας.'’ Τὸν τῶν Λυκίων νομοθέτην φασὶ προστάξαι τοῖς αὑτοῦ πολίταις, ἐπὰν πενθῶσι, γυναικείαν ἀμφιεσαμένους ἐσθῆτα πενθεῖν, ἐμφαίνειν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.