καὶ μικρὸν προελθὼν ἐν ἄλλῳ θρήνῳ περὶ ψυχῆς λέγων φησὶν
ὀλβίᾳ δ᾽ ἅπαντες αἴσᾳ λυσίπονον τελευτάν.
1 καὶ σῶμα μὲν πάντων ἕπεται θανάτῳ περισθενεῖ,
ζωὸν δ᾽ ἔτι 2 λείπεται αἰῶνος εἴδωλον: τὸ γάρ
ἐστι μόνον 3 [p. 295]
ἐκ θεῶν. εὕδει δὲ πρασσόντων μελέων, ἀτὰρ
εὑδόντεσσιν ἐν πολλοῖς ὀνείροις
δείκνυσι τερπνῶν ἐφέρποισαν 4 χαλεπῶν τε κρίσιν.
ὁ δὲ θεῖος Πλάτων πολλὰ μὲν ἐν τῷ Περὶ 5 ψυχῆς περὶ τῆς ἀθανασίας αὐτῆς εἴρηκεν, οὐκ ὀλίγα