Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ’ Δίωνα δὲ τὸν Συρακόσιον συνεδρεύοντα μετὰ τῶν φίλων, κατὰ τὴν οἰκίαν θορύβου γενομένου καὶ μεγάλης κραυγῆς, πυθόμενον τὴν αἰτίαν καὶ τὸ συμβεβηκὸς ἀκούσαντα ὅτι ὁ υἱὸς αὐτοῦ καταπεσὼν ἀπὸ τοῦ στέγους ἐτελεύτησεν, οὐδὲν ἐκπλαγέντα τὸ μὲν σωμάτιον κελεῦσαι τοῦ μεταλλάξαντος ταῖς γυναιξὶ παραδοῦναι πρὸς τὴν νόμιμον ταφήν, αὐτὸν δὲ περὶ ὧν διεσκέπτετο μὴ παραλιπεῖν. τοῦτον ζηλῶσαι λέγεται καὶ Δημοσθένην τὸν ῥήτορα, τὴν μόνην καὶ ἀγαπητὴν ἀπολέσαντα θυγατέρα, περὶ ἧς φησιν Αἰσχίνης, 1 κατηγορεῖν αὐτοῦ δόξας, ταυτί. ‘ ἑβδόμην δ᾽ ἡμέραν τῆς θυγατρὸς αὐτῷ τετελευτηκυίας, ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.