ὑπολαμβάνειν παράμονον ἕξειν τὸ πένθος. ἀλλ᾽ εἰ λογίζοινθ᾽ ὅτι παύσεταί τινος γενομένου, προσαναλογίσαιντ᾽ ἂν χρόνου δηλαδή τι ποιήσαντος: τὸ μὲν 1 γὰρ γεγενημένον οὐδὲ θεῷ δυνατόν ἐστι ποιῆσαι ἀγένητον. οὐκοῦν τὸ νῦν παρ᾽ ἐλπίδα συμβεβηκὸς καὶ παρὰ τὴν ἡμετέραν δόξαν ἔδειξε τὸ εἰωθὸς περὶ πολλοὺς γίγνεσθαι δι᾽ αὐτῶν τῶν 2 ἔργων. τί οὖν; [p. 281] ἆρὰ γ̓ ἡμεῖς τοῦτο διὰ τοῦ λόγου μαθεῖν οὐ δυνάμεθα οὐδ᾽ ἐπιλογίσασθαι, ὅτι πλείη 3 μὲν γαῖα κακῶν πλείη δὲ θάλασσα καὶ τὰ
τοιάδε θνητοῖσι κακὰ κακῶν 4
ἀμφί τε κῆρες εἰλεῦνται, κενεὴ δ᾽ εἴσδυσις οὐδ᾽