Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐνίκησε, τρίτου δ᾽ ὅτι ἄρρεν αὐτῷ παιδίον ἐκύησεν Ὀλυμπιάς, ἀνατείνας εἰς τὸν οὐρανὸν τὰς χεῖρας ‘ὦ δαῖμον’ εἶπε, ‘μέτριόν τι τούτοις ἀντίθες ἐλάττωμα,’ εἰδὼς ὅτι τοῖς μεγάλοις εὐτυχήμασι φθονεῖν πέφυκεν ἡ τύχη. Θηραμένης δ᾽ὁ γενόμενος Ἀθήνησι τῶν τριάκοντα τυράννων, συμπεσούσης τῆς οἰκίας ἐν μετὰ πλειόνων ἐδείπνει, μόνος σωθεὶς καὶ πρὸς πάντων εὐδαιμονιζόμενος, ἀναφωνήσας μεγάλῃ τῇ φωνῇ ‘ὦ τύχη’ εἶπεν, ‘εἰς τίνα με καιρὸν ἄρα φυλάττεις;᾽’ μετ᾽ οὐ πολὺν δὲ χρόνον καταστρεβλωθεὶς ὑπὸ τῶν συντυράννων ἐτελεύτησεν.
ὑπερφυῶς δὲ φαίνεται περὶ τὴν παραμυθίαν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.