διατρίβουσιν αἱ τούτων ψυχαί, καλὰς ἐλπίδας ἔχειν σε δεῖ περὶ τοῦ μακαρίτου υἱέος σου, ὅτι τούτοις συγκαταριθμηθεὶς συνέσται.
λέγεται δ᾽ ὑπὸ μὲν τοῦ μελικοῦ Πινδάρου 1 ταυτὶ περὶ τῶν εὐσεβῶν ἐν Ἅιδου,
τοῖσι λάμπει μὲν μένος ἀελίου τὰν ἐνθάδε νύκτα
κάτω,
φοινικορόδοις ἐν λειμώνεσσι προάστιον 2 αὐτῶν
3 καὶ λιβάνῳ σκιαρὸν καὶ χρυσοκάρποισι 4 βεβριθός. 5
καὶ τοὶ μὲν ἵπποις γυμνασίοις τε 6 τοὶ δὲ πεσσοῖς,
τοὶ δὲ φορμίγγεσι τέρπονται, παρὰ δέ σφισιν
εὐανθὴς ἅπας τέθαλεν 7 ὄλβος,
ὀδμὰ δ᾽ ἐρατὸν 8 κατὰ χῶρον κίδναται
αἰεὶ 9 θύα 10 μιγνύντων πυρὶ τηλεφανεῖ παντοῖα
θεῶν ἐπὶ βωμοῖς.