ὁ δὲ παραμυθούμενος τὴν Δανάην δυσπαθοῦσαν Δίκτυς φησὶ
ὥσπερ τὰ δένδρα τοῦτο καρπὸν τὸ δάκρυον. 1
δοχεῖς τὸν Ἅιδην σῶν τι φροντίζειν γόων
2 καὶ παῖδ᾽ ἀνήσειν τὸν σόν, εἰ θέλοις στένειν;
παῦσαι: βλέπουσα δ᾽ εἰς τὰ τῶν πέλας κακὰ
ῥᾴων γένοι᾽ ἄν, εἰ λογίζεσθαι θέλοις
ὅσοι τε δεσμοῖς ἐμμεμόχλευνται 3 βροτῶν,
ὅσοι τε γηράσκουσιν ὀρφανοί τέκνων,
τοὺς τ᾽ ἐκ μέγιστον 4 ὀλβίας τυραννίδος