previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῷ πολέμῳ εὕρηται, πρῶτον μὲν δηλοῖ τὸ Μαραθῶνι ἔργον διαπολεμηθὲν οὕτως Ἀθηναίοις, ὡς ἀγχοῦ πάλης φαίνεσθαι, προσόντος τούτου τῷ ἔργῳ, δεύτερον δὲ τὸ ἐν Θερμοπύλαις, ὅτε Λακεδαιμόνιοι κλασθέντων αὐτοῖς ξιφῶν τε καὶ δοράτων πολλὰ ταῖς χερσὶ γυμναῖς ἔπραξαν. ὁπόσα δέ ἐστιν ἐν [p. 266] ἀγωνίᾳ, προτετίμηται πάντων τὸ παγκράτιον, καίτοι συγκείμενον ἐξ ἀτελοῦς πάλης καὶ ἀτελοῦς πυγμῆς, προτετίμηται δὲ παρ᾽ ἑτέροις, ὡς Ἠλεῖοί γε τὴν πάλην καρτερὰν νενομίκασι καὶ ἀλεγεινὴν κατὰ τοὺς ποιητάς, οὐ μόνον ἐπὶ ταῖς διαπλοκαῖς τῶν παλαισμάτων, αἷς δεῖ τοῦ σώματος ὑγροῦ καὶ εὐκόλου, ἀλλὰ καὶ τῷ ῾ἐν᾽ προαγῶνι ἀγωνίζεσθαι τρίς, ἐπεὶ δεῖ τοσούτων δὴ πτωμάτων. παγκράτιον γοῦν καὶ πυγμὴν καὶ πάλην ἀκονιτὶ στεφανοῦν δεινὸν ἡγούμενοι τὸν παλαιστὴν οὐκ ἀπελαύνουσιν, ἐπειδὴ νόμος τὴν τοιάνδε νίκην μόνῃ ξυγχωρεῖν φησι τῇ γυρῷ καὶ ταλαιπώρῳ πάλῃ, καὶ σαφὴς ἐμοὶ γοῦν αἰτία, δι᾽ ἣν νόμος οὕτω προστάττει: τοῦ γὰρ δὴ ἀγωνίσασθαι ἐν Ὀλυμπίᾳ δεινοῦ ὄντος χαλεπώτερον ἔτι τὸ γυμνάζεσθαι δοκεῖ. τὰ μὲν οὖν τῶν κούφων γυμνάζεται δολιχοδρόμος ὀκτώ που δέκα στάδια καὶ πένταθλος τι τῶν τριῶν, οἱ δρομεῖς δίαυλον στάδιον ἄμφω: τί δεινὸν ἀπὸ τῶν τοιούτων; οὐδέν: γὰρ τρόπος τῶν γυμνασίων αὐτός, ἤν τε Ἠλεῖοι γυμνάζωσιν, ἤν τε ἕτεροι: δὲ βαρύτερος ἀθλητὴς γυμνάζεται μὲν ὑπὸ Ἠλείων κατὰ τὴν ὥραν τοῦ ἔτους, ὅτε μάλιστα ἥλιος τὴν ἰλὺν ἐν κοίλῃ Ἀρκαδίᾳ αἴθει, κόνιν δὲ ἀνέχεται θερμοτέραν τῆς Αἰθιόπων ψάμμου, καρτερεῖ δὲ ἐκ μεσημβρίας ἀρξάμενος. καὶ τούτων οὕτω ταλαιπώρων ὄντων τὸ ἐπιπονώτατον οἱ παλαισταί εἰσιν: μὲν γὰρ πύκτης, ἐπειδὰν τοῦ σταδίου καιρὸς ἥκῃ, τρωθήσεται καὶ τρώσει καὶ προσβήσεται ταῖς κνήμαις, γυμναζόμενος δὲ σκιὰν τῆς ἀγωνίας ἐπιδείξεται, καὶ παγκρατιαστὴς ἀγωνιεῖται μὲν πάντα τρόπον, ὁπόσοι ἐν παγκρατίῳ εἰσίν, γυμνάζεται δὲ ἄλλοτε καὶ ἄλλον, πάλη δὲ ταὐτὸν μὲν ἐν προαγῶνι, ταὐτὸν [p. 267] δὲ καὶ ἐν ἀγῶνι: παρέχεται γὰρ ἑκατέρα πεῖραν, ὁπόσα οἶδε καὶ ὁπόσα δύναται, γυρά τε εἰκότως εἴρηται: γυρὸν γὰρ πάλης καὶ τὸ ὀρθόν, ὅθεν Ἠλεῖοι στεφανοῦσι τὸ γυμναστικώτατον κἀκ μόνου τοῦ γεγυμνάσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: