Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀνίησιν. ἀγωνιῶντες δὲ ἀθληταὶ θεραπευέσθων
μὲν καὶ τὰς γνώμας λόγῳ παραθαρσύνοντί τε αὐτοὺς
καὶ καθιστάντι, γυμναζέσθων δ᾽ ἐν χώρᾳ τῶν
ἀϋπνούντων τε καὶ μὴ εὐσίτων. εὖ τούτοις ἔχει τὸ
ἁρμονικὸν γυμνάσιον, αἱ γὰρ περιδεεῖς γνῶμαι προθυμότεραί
εἰσι μανθάνειν ἃ προσήκει φυλάττεσθαι.
κόποι δὲ οἱ μὲν αὐτόματοι νόσων ἀρχαὶ καὶ ἀπόχρη
τοὺς μὲν πηλῷ καὶ παλαίστρᾳ πονήσαντας ἀνιέναι
μετρίως τε καὶ ὡς εἶπον, τοὺς δὲ ἐν κόνει πεπονηκότας
ἐπιγυμνάζειν τῆς ὑστεραίας ἐν πηλῷ ξὺν
μικρᾷ ἐπιτάσει, ἡ γὰρ ἀθρόα μετὰ τὴν κόνιν ἄνεσις
ἰατρὸς πονηρὸς κόπων, οὐ γὰρ θεραπεύει τὴν ἰσχὺν
ἀλλ᾽ ἀποκρεμάννυσιν
ἡ μὲν δὴ σοφωτέρα γυμναστικὴ καὶ ἐπιτείνουσα τὸν
ἀθλητὴν τοιάδε ἂν εἴη.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.