Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τούτων ὧδέ μοι εἰρημένων μὴ τὸ γυμνάζειν
ἡγώμεθα ἕπεσθαι τούτοις, ἀλλὰ τὸ ἀποδιιστάντα
τὸν γυμναζόμενον καὶ ἐς δοκιμασίαν καταστῆσαι
τῆς φύσεως, ὅπῃ τε σύγκειται καὶ πρὸς ὅ: ποῦ γὰρ
δὴ κυνῶν τε καὶ ἵππων τοσοῦτον εἶναι προσήκει λόγον
κυνηγετικοῖς τε καὶ ἱππικοῖς, ὡς μὴ ἐς πᾶσαν
ἰδέαν, μηδὲ ἐπὶ πάντα τὰ θηρώμενα τοῖς αὐτοῖς,
ἀλλὰ τοῖς μὲν ἐς τόδε, ῾τοῖς δὲ ἐς τόδἐ τῶν κυνῶν
χρῆσθαι, τῶν τε ἵππων τοὺς μὲν ξυνθηρατὰς ποιεῖσθαι,
τοὺς δὲ ἁμιλλητηρίους, τοὺς δὲ ἁρματηλάτας,
καὶ μηδὲ ἁπλῶς τούτους, ἀλλ᾽ ὡς ἕκαστος ἐπιτήδειος
πλευρᾷ τινι ἢ σειρᾶ τοῦ ἅρματος, ἀνθρώπων δὲ
ἀκρίτους εἶναι, οὓς δεῖ ἐς Ὀλυμπίαν ἢ Πυθὼ ἄγειν
ὑπὲρ κηρυγμάτων, ὧν καὶ Ἡρακλῆς ἤρα; κελεύω
δὴ καὶ ἀναλογίαν μὲν ἐπεσκέφθαι αὐτὸν πάντων,
ὧν εἶπον, πρὸς δὲ τῇ ἀναλογίᾳ καὶ τὰ τῶν χυμῶν ἤθη.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.