Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἱδρῶτος. τοὺς δὲ ἐξ ἀφροδισίων ἄμεινον μὲν μὴ
γυμνάζειν, οἱ γὰρ στεφάνων καὶ κηρύκων αἰσχρὰν
ἡδονὴν ἀλλαξάμενοι ποῦ ἄνδρες; εἰ δὲ ἄρα γυμνάζοιντο,
ὑπὲρ νουθεσίας γυμναζέσθων, ἐλεγχόμενοι
τὴν ἰσχὺν καὶ τὸ πνεῦμα, ταυτὶ γὰρ μάλιστα αἱ
τῶν ἀφροδισίων ἡδοναὶ ἐπικόπτουσιν. ἡ δὲ τῶν
[p. 290]
ὀνειρωττόντων ἕξις, ἀφροδίσια μὲν καὶ ταῦτα, ἀκούσια
δέ, ὡς ἔφην. γυμναστέοι δὲ ξὺν ἐπιμελείᾳ καὶ τὴν
ἰσχὺν ὑποθρεπτέοι μᾶλλον, ἐπειδὴ ἐπιλείπει σαφῶς,
κἀξικμαστέοι τοὺς ἱδρῶτας, ἐπειδὴ περιττοὶ τούτοις.
ἔστω δὲ ἐνδοσιμώτερα μὲν τὰ γυμνάσια, προηγμένα
δὲ ἐς μῆκος, ἵνα τὸ πνεῦμα ἐγγυμνάζοιντο. δεῖ δὲ
αὐτοῖς ἐλαίου ξυμμέτρου καὶ πεπαχυσμένου τῇ κόνει,
τουτὶ γὰρ τὸ φάρμακον καὶ ξυνέχει τὸ σῶμα καὶ μετρίως
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.