previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οἱ δρόμοι δὲ ῾οἰ̔ ὁπλῖται ποικίλοι μέν, καὶ μάλιστα ῾οἰ̔ κατὰ Νεμέαν, οὓς ἐνόπλους τε καὶ ἱππίους ὀνομάζουσιν, ἀνάκειται δὲ τοῖς ἀμφὶ Τυδέα τοῖς ἑπτά. δέ γε Ὀλυμπιακὸς ὁπλίτης, ὡς μὲν Ἠλεῖοί [p. 264] φασιν, ἐτέθη διὰ ταῦτα: πόλεμον Ἠλεῖοι Δυμαίοις ξυνῆψαν οὕτω τι ἀκήρυκτον, ὡς μηδὲ τὰ Ὀλύμπια ἀνοχὰς εἶναι, νικώντων δὲ αὐτῶν Ἠλείων κατ᾽ ῾αὐτὴν᾽ τὴν τῶν ἄθλων ἡμέραν ὁπλίτης λέγεται τῶν ἀπὸ τῆς μάχης ἐσδραμεῖν ἐς τὸ στάδιον εὐαγγέλια ἀπάγων τῆς νίκης. ταυτὶ δὲ πιθανὰ μέν, ἀκούω δ᾽ αὐτὰ καὶ Δελφῶν, ἐπειδὴ πρὸς ἐνίας τῶν Φωκίδων ῾πόλεων᾽ ἐπολέμησαν, καὶ Ἀργείων, ἐπειδὴ πολέμῳ συνεχεῖ πρὸς Λακεδαιμονίους ἐτρίβοντο, καὶ Κορινθίων, ἐπειδὴ καὶ ἐν αὐτῇ ῾τᾖ Πελοποννήσῳ καὶ ὑπὲρ τὰ ὅρια τοῦ Ἰσθμοῦ ἐπολέμουν: ἐμοὶ δὲ ἕτερα περὶ ῾τοὖ ὁπλίτου δοκεῖ: φημὶ γὰρ νενομίσθαι μὲν αὐτὸν ἐκ πολεμικῆς αἰτίας, παριέναι δὲ ἐς τοὺς ἀγῶνας πολέμου ἀρχῆς ἕνεκα, δηλούσης τῆς ἀσπίδος, ὅτι πέπαυται ἐκεχειρία, δεῖ δὲ ὅπλων. εἰ δὲ μὴ ῥᾳθύμως ἀκούεις τοῦ κήρυκος, ὁρᾷς ὡς ἐπὶ πάντων ῾τελευτῆσ᾽ κηρύττει λήγειν μὲν τὸν τῶν ἄθλων ταμίαν ἀγῶνα, τὴν σάλπιγγα δὲ τὰ τοῦ Ἐνυαλίου σημαίνειν προκαλουμένην τοὺς νέους ἐς ὅπλα. κελεύει δὲ τουτὶ τὸ κήρυγμα καὶ τοὔλαιον ἀραμένους ἐκποδὼν ποι φέρειν, οὐχ ὡς ἀλειψομένους, ἀλλ᾽ ὡς πεπαυμένους τοῦ ἀλείφεσθαι. ἄριστος δὲ κατὰ Βοιωτίαν καὶ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: