Click on a word to bring up parses, dictionary entries, and frequency statistics
φέρει δὲ καὶ στλεγγίδα ὁ γυμναστὴς ἐκεῖ διὰ
τοῦτο ἴσως: ἐγκονίεσθαι παλαίστρᾳ τὸν ἀθλητὴν ἐν
Ὀλυμπίᾳ καὶ ἡλιοῦσθαι ἀνάγκη: ἵν᾽ οὖν μὴ λυμαίνοιντο
τὴν ἕξιν, ἡ στλεγγὶς ἀναμιμνήσκει τὸν ἀθλητὴν
ἐλαίου καί φησι δεῖν ἐπάγειν αὐτὸ οὕτως ἀφθόνως,
ὡς καὶ ἀποστλεγγίζειν ἀλείψαντα. εἰσὶ δὲ οἵ
φασιν ὡς γυμναστής ῾τισ᾽ ἐν Ὀλυμπίᾳ τεθηγμένῃ
τῇ στλεγγίδι τὸν ἀθλητὴν ἀπέκτεινε μὴ καρτερήσαντα
ὑπὲρ τῆς νίκης, καὶ ξυγχωρῶ τῷ λόγῳ, βέλτιον γὰρ
πιστεύεσθαι ἢ ἀπιστεῖσθαι. ξίφος μὲν δὴ ἐπὶ τοὺς
πονηροὺς τῶν ἀθλητῶν στλεγγὶς ἔστω, καὶ ἐχέτω δή
τι ὑπὲρ τὸν Ἑλλανοδίκην ὁ γυμναστὴς ἐν Ὀλυμπίᾳ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.