previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταῦτα εἰρήσθω μοι περὶ κράσεως ἐκ τῆς νῦν γυμναστικῆς, ὡς ἀρχαία γε οὐδὲ ἐγίγνωσκε κρᾶσιν, ἀλλὰ μόνην τὴν ἰσχὺν ἐγύμναζεν. ἐγυμνάζοντο δὲ οἱ παλαιοὶ οἱ μὲν ἄχθη φέροντες οὐκ εὔφορα, οἱ δὲ ὑπὲρ τάχους ἁμιλλώμενοι πρὸς ἵππους καὶ πτῶκας, οἱ δὲ ὀρθοῦντές τε καὶ κάμπτοντες σίδηρον ἐληλαμένον ἐς παχύ, οἱ δὲ βουσὶ συνεζευγμένοι καρτεροῖς τε καὶ ἁμαξεῦσιν, οἱ δὲ ταύρους ἀπαυχενίζοντες, οἱ δὲ αὐτοὺς λέοντας. ταῦτα δὲ δὴ Πολυμήστορες καὶ Γλαῦκοι καὶ Ἀμησιναῖ καὶ Πουλυδάμας Σκοτουσσαῖος. Τίσανδρον δὲ τὸν ἐκ τῆς Νάξου πύκτην περὶ τὰ ἀκρωτήρια τῆς νήσου νέοντα παρέπεμπον αἱ χεῖρες ἐπὶ πολὺ τῆς θαλάττης παραπεμπόμεναι γυμναζόμεναί τε καὶ γυμνάζουσαι. ποταμοί [p. 285] τε αὐτοὺς ἔλουον καὶ πηγαὶ καὶ χαμευνίαν ἐπήσκουν, οἱ μὲν ἐπὶ βυρσῶν ἐκταθέντες, οἱ δὲ εὐνὰς ἀμήσαντες ἐκ λειμώνων. σιτία δὲ αὐτοῖς αἵ τε μᾶζαι καὶ τῶν ἄρτων οἱ ἄπεπτοι καὶ μὴ ζυμῖται καὶ τῶν κρεῶν τὰ βόειά τε καὶ ταύρεια καὶ τράγεια τούτους ἔβοσκε καὶ δόρκοι, κότινοι τε καὶ φυλίαι ἔχριον αὐτοὺς λίπα, ὅθεν ἄνοσοί τε ἤσκουν καὶ ὀψὲ ἐγήρασκον, ἠγωνίζοντό τε οἱ μὲν ὀκτὼ Ὀλυμπιάδας, οἱ δὲ ἐννέα, καὶ ὁπλιτεύειν ἀγαθοὶ ἦσαν. ἐμάχοντό τε ὑπὲρ τειχῶν, οὐδὲ ἐκεῖ πίπτοντες, ἀλλ᾽ ἀριστείων τε ἀξιούμενοι καὶ τροπαίων, καὶ μελέτην ποιούμενοι πολεμικὰ μὲν γυμναστικῶν, γυμναστικὰ δὲ πολεμικῶν ἔργα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: