Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Κώρυκος δὲ ἀνήφθω μὲν καὶ πύκταις, πολὺ δὲ
μᾶλλον τοῖς ἐπὶ τὸ παγκράτιον φοιτῶσιν. ἔστω δὲ
καὶ κοῦφος μὲν ὁ πυκτικός; ἐπειδὴ κωρύκου γυμνάζονται
μόναι αἱ τῶν πυκτῶν χεῖρες, ὁ δὲ τῶν
παγκρατιαστῶν ἐμβριθέστερος καὶ μείζων, ἵνα γυμνάζοιντο
μὲν τὴν βάσιν ἀνθιστάμενοι τῇ τοῦ κωρύκου
ἐπιφορᾷ, γυμνάζοιντο δὲ ὤμους τε καὶ δακτύλους
ἐς ἀντίπαλόν τι παίοντες. ἡ κεφαλὴ ἐναραττέτω
καὶ πάντα ὁ ἀθλητὴς ὑποκείσθω τοῦ παγκρατίου
τὰ ὀρθὰ εἴδη.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.