previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

κατὰ λόγον εὐμήκης μὲν ἔστω μᾶλλον ξύμμετρος, ἡρμόσθω δὲ ὥσπερ οἱ ξύμμετροι, μήτε ὑψαύχην μήτε ὤμοις τὸν αὐχένα ἐπεζευγμένος, τουτὶ γὰρ δὴ προσφυὲς μέν, παραπλήσιον δὲ κεκολασμένῳ μᾶλλον γεγυμνασμένῳ τῷ γε ξυνιέντι καὶ τῶν Ἡρακλείων ἀγαλμάτων, ὅσῳ ἡδίω καὶ θεοειδέστερα τὰ ἐλευθέριά τε καὶ μὴ ξυντράχηλα. ἀλλ᾽ ἔστω αὐχὴν μὲν ἀνεστηκώς, ὥσπερ ἐν ἵππῳ καλῷ καὶ ἑαυτοῦ ξυνιέντι, καθήκουσα δὲ ἐς κλεῖν ἑκατέραν βάσις τῆς δειρῆς, συναγωγοὶ δὲ ἐπωμίδες κεφαλαὶ ὤμων καὶ ἀνεστηκυῖαι μέγεθός τε ξυμβάλλονται τῷ παλαίσοντι καὶ γενναιότητα εἴδους καὶ ἰσχὺν καὶ τὸ παλαίειν ἄμεινον: οἱ γὰρ τοιοίδε ὦμοι καὶ καμπτομένου τοῦ αὐχένος καὶ στρεβλουμένου ὑπὸ τῆς πάλης ἀγαθοὶ φύλακες προσερείδοντες τὴν κεφαλὴν ἐκ τῶν βραχιόνων. [p. 280] βραχίων εὔσημος ῾πλεονέκτημἀ πάλης: βραχίονα δὲ καλῶ εὔσημον τὸν τοιόνδε, ῾οὐ̔̂ εὐρεῖαι φλέβες ἄρχουσαι μὲν ἐξ αὐχένος καὶ δειρῆς μία ἑκατέρωθεν ἐπιβᾶσα τοῦ ὤμου, κατιοῦσαι δὲ ἐπὶ τὼ χεῖρε βραχίοσι τε καὶ ὠλέναις ἐμπρέπουσαι. οἷς μὲν δὴ ἐπιπόλαιοί τ᾽ εἰσὶ καὶ τοῦ μετρίου ἐπιφανέστεραι, οὔτ᾽ ἰσχὺν παρ᾽ αὐτῶν ἄρνυνται ἀηδεῖς τ᾽ ἰδεῖν αἵδε φλέβες, ὥσπερ οἱ κιρσοί, οἷς δὲ ἂν βαθεῖαι τύχωσι καὶ ὑποκυμαίνουσαι, ἐκθερμαίνουσι τούτοις τὸ εὔδιον τῶν χειρῶν αἷμα καὶ τὸν βραχίονα προηκόντων μὲν ὑπονεάζειν, νεαζόντων δὲ ποιοῦσιν ὁρμητήν τε φαίνεσθαι καὶ ἐν ἐπαγγελίᾳ πάλης. στέρνα δὲ ἀμείνω τὰ προέχοντά τε καὶ ἐκκείμενα, τὰ γὰρ σπλάγχνα αὐτοῖς ὥσπερ ἐν οἰκίσκῳ στερεῷ τε καὶ εὐσχήμονι ἵδρυται γενναῖα ἰσχυρὰ ἄνοσα θυμοειδῆ ξὺν καιρῷ, καὶ χαρίεντα δὲ τῶν στέρνων καὶ τὰ μετρίως μὲν ἐκκείμενα, περιεσκληκότα δὲ σὺν γραμμαῖς, ἰσχυρά τε γὰρ ταῦτα καὶ εὔφορα καὶ παλαῖσαι μὲν ῾τῶν προεχόντων᾽ ἥττονα, παλαιστικώτερα δὲ τῶν ἄλλων. μικρὰ δὲ στέρνα καὶ ἐσέχοντα ῾οἷς ἂν τύχᾐ, οὔτε ἀποδύειν ἀξιῶ, οὔτε γυμνάζειν, καὶ γὰρ κακοστόμαχοι ἁλίσκονται καὶ οὐκ εὔσπλαγχνοι καὶ τὸ πνεῦμα στενοί. γαστὴρ δὲ ὑπεστάλθω μὲν πρὸς τὸ ἦτρον, οὐ γὰρ χρηστὸν ἄχθος γαστὴρ τῷ παλαίοντι, ἐποχείσθω δὲ μὴ κενοῖς τοῖς βουβῶσιν, ἀλλ᾽ ἔστω τι κἀκείνων εὐτραφές: οἱ γὰρ τοιοίδε βουβῶνες ξυνδῆσαί τε ἱκανοὶ πᾶν ὅπερ ῾ἂν᾽ πάλη παραδιδῷ, καὶ ξυνδεθέντες ἀνιάσουσι μᾶλλον ἀνιάσονται. νῶτα δὲ χαρίεντα μὲν ὀρθά, γυμναστικώτερα δὲ τὰ ὑπόγυρα, ἐπειδὴ καὶ προσφυέστερα τῷ τῆς πλάτης ὀχήματι γυρῷ τε ὄντι καὶ προνεύοντι. κρινέτω δὲ αὐτὰ μὴ κοίλη ῥάχις, ἐπιλείψει γὰρ μυελὸν τοῦτον καὶ οἱ [p. 281] σπόνδυλοι ἐκεῖ κάμπτοιντ᾽ ἂν καὶ προσαναγκάζοιντο ὑπὸ τῶν παλαισμάτων καὶ ὀλισθῆσαί τί ποτε ἐς τὸ ἔσω, ἀλλ᾽ ὑπονοείσθω τάδε μᾶλλον ἔστω. τὸ δὲ ἰσχίον οἷον ἄξονα ἐμβεβλημένον τοῖς ἄνω τε καὶ κάτω μέλεσιν ὑγρόν τε εἶναι χρὴ καὶ εὔστροφον καὶ ἐπιστρεφές. τουτὶ δὲ ἐργάζεται μῆκός τε αὐτοῦ καί, νὴ Δί᾽, εὐσαρκία περιττοτέρα τοῦ λόγου. τὰ δὲ ὑπὸ τῷ ἰσχίῳ μήτε ὑπόλισπα ἔστω, μήτ᾽ αὖ περιττά, τὸ μὲν γὰρ ἀσθενές, τὸ δὲ ἀγύμναστον, ἀλλ᾽ ἐκκείσθω σφοδρῶς τε καὶ προσφυῶς τῷ παλαίσοντι. πλευρὰ δὲ εὐκαμπὴς καὶ προσεγείρουσα τὸ στέρνον ἱκανοὺς ποιεῖ παλαίειν τε καὶ παλαίεσθαι. καὶ γὰρ ὑποκείμενοι τοῖς ἀντιπάλοις δυσάλωτοι οἱ τοιοίδε καὶ οὐκ εὔφοροι ὑποκειμένοις. γλουτοὶ δὲ οἱ μὲν στενοὶ ἀσθενεῖς, οἱ δὲ εὐρύτεροι ἀργοί, οἱ δ᾽ εὐάγωγοι ἱκανοὶ ἐς πάντα. μηρὸς δὲ εὐπαγὴς καὶ ἐς τὸ ἔξω ἐπεστραμμένος ξὺν ὥρᾳ ἔῤῥωται καὶ ἀνέχει εὖ πάντα, καὶ μᾶλλον, εἰ μηδαμοῖ ἐκκλίνουσα κνήμη φέροιτο, ἀλλ᾽ ὀρθὸς μηρὸς ἐποχοῖτο τῇ ἐπιγουνίδι. σκέλη δὲ μὴ ὀρθὰ ῾ἐκ᾽ τῶν σφυρῶν, ἀλλὰ λοξά τε καὶ ἐς τὸ ἔσω διανενευκότα σφάλλει τὸ σῶμα, καθάπερ τοὺς. ἐδραίους τῶν κιόνων μὴ ὀρθαὶ οὖσαι βάσεις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: