previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μὲν σιτία, λυπεῖ δὲ οἶνος, βλάπτει δὲ ἀπ᾽ ἀφροδισίων καὶ ῾τοῦ ὀνειρώττειν ἕξισ᾽ καὶ ἀγωνίαι καὶ κόποι καὶ πλείω ἕτερα τὰ μὲν ἑκούσια, τὰ δὲ ἀκούσια. πῶς ἰασόμεθα τοῦτον τετράζοντες καὶ κληροῦντες; τοὺς μὲν δὴ ὑπερσιτήσαντας ὀφρύς τε δηλώσει βαρεῖα καὶ κοῖλον ἆσθμα καὶ κύαθοι κλειδῶν ἀνεστηκότες καὶ οἱ πλάγιοι κενεῶνες ὄγκου τι ἐνδεικνύμενοι, τοὺς δὲ ὑποίνους γαστήρ τε ἑρμηνεύσει περιττὴ καὶ αἷμα ἱλαρώτερον καὶ ἰκμὰς μὲν κενεῶνος, δὲ ἐπιγουνίδος, τοὺς δὲ ἐξ ἀφροδισίων ἥκοντας γυμναζομένους μὲν πλείω ἐλέγξει, τὴν ἰσχύν τε γὰρ ὑποδεδωκότες καὶ στενοὶ τὸ πνεῦμα καὶ τὰς ὁρμὰς ἄτολμοι καὶ ἀπανθοῦντες ῾ὑπὂ τῶν πόνων καὶ τὰ τοιαῦτα ῾ῥᾴδιοἰ ἁλίσκεσθαι, ἀποδύντας δὲ κλείς τ᾽ ἂν ἐνδείξαιτο κοίλη καὶ ἰσχίον ἄναιμον καὶ πλευρὰ ὑποχαράττουσα καὶ ψυχρότης αἵματος, ὧν εἰ ἐφαπτοίμεθα, οὐκ ἂν εἴη στεφανηφόρος ἀγωνία. λεπτὰ μὲν τούτοις ὑπώπια, λεπτὴ δὲ πήδησις καρδίας, λεπτοὶ δὲ ἱδρώτων ἀτμοὶ, λεπτοὶ δὲ ὕπνοι ἰθύνοντες τὰ σιτία βολαί τε ὀφθαλμῶν πεπλανημέναι καὶ τὸ ἐρᾶσθαι δοκούντων ἀποσημαίνουσαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (12 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: