Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καίτοι καὶ πρεσβύτερον τούτου, ὃ καὶ Λυκούργῳ
ἐδόκει τῷ Σπαρτιάτῃ: παριστάμενος γὰρ τῇ Λακεδαίμονι
[p. 275]
πολέμου ἀθλητὰς ‘γυμναζέσθων’ φησὶν ‘αἱ
κόραι καὶ ἀσκείσθων δημοσίᾳ τρέχειν, ὑπὲρ εὐπαιδίας
δήπου καὶ τοῦ τὰ ἔκγονα βελτίω τίκτειν ὑπὸ
τοῦ ἐῤῥῶσθαι τὸ σῶμα: ἀφικομένη γὰρ ἐς ἀνδρὸς
ὑδροφορεῖν οὐκ ὀκνήσει, οὐδὲ ἀλεῖν διὰ τὸ ἠσκῆσθαι
ἐκ νέας, εἰ δὲ καὶ νέῳ καὶ συγγυμναζομένῳ
συζυγείη, βελτίω τὰ ἔκγονα ἀποδώσει καὶ γὰρ εὐμήκη
καὶ ἰσχυρὰ καὶ ἄνοσα.’ καὶ ἐγένετο ἡ Λακεδαίμων
τοσαύτη κατὰ πόλεμον, ἐπειδὴ τὰ γαμικὰ αὐτοῖς ὧδε
ἔπραττεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.