previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

φασὶ καὶ παίδων πένταθλον παρελθεῖν ἐκεῖ κατὰ τὴν ὀγδόην καὶ τριακοστήν, ὅτε νικῆσαι μὲν Εὐτελίδαν Λακεδαιμόνιον, τὴν δὲ ἰδέαν ταύτην μηκέτι ἀγωνίσασθαι παῖδα ἐν Ὀλυμπίᾳ. δὲ νικήσας τὸ τῶν παίδων στάδιον κατὰ τὴν ἕκτην καὶ τεσσαρακοστὴν Ὀλυμπιάδατότε γὰρ πρῶτον ἐτέθηπαῖς ἦν καλὸς Πολυμήστωρ Μιλήσιος, ὃς τῇ ῥύμῃ τῶν ποδῶν λαγὼν ἔφθανε. πυγμὴν δὲ παίδων οἱ μὲν φασὶν ἐπὶ τῆς πρώτης καὶ τεσσαρακοστῆς ἄρξασθαι Ὀλυμπιάδος, καὶ Φιλητᾶν Συβαρίτην νενικηκέναι, οἱ δὲ ἐπὶ τῆς ἑξηκοστῆς λέγουσι Κριὸν ἐκ Κέω τῆς νήσου. Δαμάρετος δὲ κατὰ τὴν ἑξηκοστὴν πέμπτην πρῶτος ὁπλίτου λέγεται τυχεῖν Ἡραιεύς, οἶμαι, ὤν. ἑκατοστῇ καὶ τεσσαρακοστῇ καὶ πέμπτῃ Ὀλυμπιάδι παῖδα παγκρατιαστὴν ἐνέγραψαν οὐκ οἶδα ἐξ ὅτου βραδέως αὐτὸν ἐννοήσαντες εὐδοκιμοῦντα ἤδη παρ᾽ ἑτέροις: ὀψὲ γὰρ τῶν Ὀλυμπιάδων Αἰγύπτου ἤδη στεφανουμένης ἤρξατο, κἀκείνη δὲ νίκη Αἰγυπτίου ἐγένετο: Ναύκρατις γοῦν ἀνερρήθη νικῶντος Αἰγυπτίου Φαιδίμου. ταῦτα οὐκ ἄν μοι δοκεῖ καθ᾽ ἓν οὑτωσὶ παρελθεῖν ἐς ἀγῶνας, οὐδὲ ἂν σπουδασθῆναί ποτε Ἠλείοις τε καὶ Ἕλλησι πᾶσιν, εἰ μὴ γυμναστικὴ ἐπεδίδου καὶ ἤσκει αὐτά: καὶ γὰρ αὐταὶ τῶν ἀθλητῶν αἱ νῖκαι καὶ τοῖς γυμνασταῖς οὐ μεῖον τοῖς ἀθληταῖς πρόσκεινται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: