previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔλεγχος δὲ τῶν τετράδων, ἃς παρῃτησάμην καὶ ἐπὶ Γερηνῷ τῷ παλαιστῇ διαμαρτία, οὗ τὸ σῆμα Ἀθήνησιν ἐν δεξιᾷ τῆς Ἐλευσῖνάδε ὁδοῦ. ἐτύγχανε μὲν οὗτος Ὀλύμπια νενικηκώς, τρίτῃ δὲ ἀπ᾽ ἐκείνης ἡμέρᾳ πίνων τὴν ἑαυτοῦ νίκην καί τινας τῶν γνωρίμων ἑστιῶν ὀψοφαγίᾳ ἀήθει χρησάμενος ἀπηνέχθη τοῦ ὕπνου. ἥκων οὖν τῆς ὑστεραίας ἐς τὸ γυμνάσιον ὡμολόγει πρὸς τὸν γυμναστὴν ὠμός τε εἶναι πονήρως τε ἔχειν πῃ, δὲ ἠγρίαινέ τε καὶ ξὺν ὀργῇ ἤκουε [p. 291] καὶ χαλεπὸς ἦν ὡς ἀνιέντι καὶ τὰς τετράδας διασπῶντι, ἔς τε ἀπέκτεινε τὸν ἀθλητὴν ἐν αὐτῷ τῷ γυμνάζειν ἀγνωσίᾳ, οὐ ῾συνεὶσ᾽ προειπόντος γιγνώσκειν ἔδει καὶ σιωπῶντος. τοιῶνδε μὲν δὴ τῶν τετράδων οὐσῶν καὶ ὧδε ἀγυμνάστων ῾ὑπ̓ ἀπαιδεύτου γυμναστοῦ ῾γίγνεται οὐ μέτρια πάθη: τὸ γὰρ τοιοῦδε ἀθλητοῦ ἁμαρτεῖν τὰ στάδια πῶς οὐ βαρύ; οἱ δὲ ἀσπαζόμενοι τὰς τετράδας τί χρήσονται αὐταῖς ἐς Ὀλυμπίαν ἥκοντες; παρ᾽ οἷς κόνις μέν, ὁποίαν εἴρηκα, γυμνάσια δὲ προστεταγμένα, γυμνάζει δὲ Ἑλλανοδίκης οὐ τῇ προῤῥήσει, ἀλλ ἐπεσχεδιασμένα πάντα τῷ καιρῷ, μάστιγος καὶ τῷ γυμναστῇ ἐπηρτημένης, εἴ τι παρ᾽ κελεύουσι πράττοι. κελεύουσι δὲ ἀπαραίτητα, ὡς παραιτουμένοις ταῦτα ἕτοιμον Ὀλυμπίων εἴργεσθαι. περὶ μὲν δὴ τῶν τετράδων τοσαῦτα. ...

τούτοις ἑπόμενοι σοφίαν τε γυμναστικὴν ἐνδειξόμεθα καὶ τοὺς ἀθλητὰς ἐπιῤῥώσομεν καὶ ἀνηβήσει τὰ στάδια ὑπὸ τοῦ εὖ γυμνάζειν. ...

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: