previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τί οὖν χρὴ περὶ γυμναστικῆς γινώσκειν; τί δ᾽ ἄλλο σοφίαν αὐτὴν ἡγεῖσθαι ξυγκειμένην μὲν ἐξ ἰατρικῆς τε καὶ παιδοτριβικῆς, οὖσαν δὲ τῆς μὲν [p. 269] τελεωτέραν, τῆς δὲ μόριον; ὁπόσον δὲ ἀμφοῖν μετέσχηκεν, ἐγὼ δηλώσω: παλαισμάτων εἴδη ὁπόσα ἐστί, δηλώσει παιδοτρίβης καιρούς τε ὑποτιθέμενος καὶ ὁρμὰς καὶ μέτρα καὶ ὅπως ἄν τις φυλάττοιτο φυλαττομένου κρατοίη, διδάξει δὲ καὶ γυμναστὴς εἰδότα μήπω τὸν ἀθλητὴν ταῦτα: ἀλλ᾽ ἔστιν ὅπου δεῖ ῾εὖ μεταχειρίσασθαι πάλην παγκράτιον καὶ πλεονέκτημα ὑπάρχον ἀντιπάλων διαφυγεῖν ἐκκροῦσαι, ὧν οὐδὲν ἂν ἐς ἐπίνοιαν ἴοι τῷ γυμναστῇ μὴ καὶ τὰ τῶν παιδοτριβῶν εἰδότι. κατὰ μὲν τοῦτο δὴ ἴσαι αἱ τέχναι, χυμοὺς δὲ ἀποκαθῆραι καὶ τὰ περιττὰ ἀφελεῖν καὶ λεᾶναι τὰ κατεσκληκότα καὶ πιᾶναί τι μεταβαλεῖν θάλψαι αὐτῶν γυμναστικῆς ἐν σοφίᾳ. ἐκεῖνα ῾γὰρ᾽ οὐκ ἐπιστήσεται παιδοτρίβης

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: