previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπειδὴ τοίνυν ἐκ γονῆς ἀνθρώπου προσήκει ἄρχεσθαι, ἴτω γυμναστὴς ἐπὶ τὸν παῖδα τὸν ἀθλητήν, ἐκ γονέων αὐτὸν ὁρῶν πρῶτον, εἰ νέοι ξυνηρμόσθησαν καὶ γενναῖοι καὶ ἄνοσοι νόσων, ὁπόσαι ἐς νεῦρα ἀπερείδονται καὶ ὀφθαλμῶν ἕδρας, καὶ ἐς ὦτα ἐκφοιτῶσιν σπλάγχνα, ταυτὶ γὰρ τὰ νοσήματα καὶ ξυνυποικουρεῖ πως τῇ φύσει, καὶ παιδία μὲν ὄντα ἀφανῶς ὑποδέδυκε, ῾ἐκρήγνυται δἒ μεταβολὴν σχόντος τοῦ αἵματος ἐν ταῖς τῆς ἡλικίας τροπαῖς. νέων δέ γε γονή, ἢν ἄμφω καὶ γενναῖοι ξυνέλθωσιν, ἰσχύν τε ξυμβάλλεται καὶ ῥώμην ἀθλητῇ καὶ αἷμα ἀκήρατον καὶ ὀστῶν κράτος καὶ χυμοὺς ἀκραιφνεῖς καὶ ἴσον μέγεθος, ἔτι δ᾽ ἂν φαίην, ὅτι καὶ ὥραν φέρουσιν. ἀγνοείσθων δὲ μὴ παρόντες τῷ παιδὶ ἐς τὴν κρίσιν, εἰ ὑγιῶς βασανιοῦμεν τὴν σποράν: ἐς εὔηθες γὰρ ἐκπεσεῖται λόγος, εἰ τὸν ἀθλητὴν ἐφεστηκότα ἤδη τῷ σταδίῳ καὶ τοῦ κοτίνου τε καὶ τῆς δάφνης γλιχόμενον ἐς τὸν πατέρα ἀναβαλλοίμεθα καὶ τὴν μητέρα, τάχα που καὶ τεθνεῶτας ἐπὶ νηπίῳ. δεῖ δὲ τὴν κυρίαν ῾βαδίζειν᾽, καθ᾽ ἣν ἐς γυμνὸν τὸν ἀθλητὴν βλέψαντες οὐδὲ τὰ τῶν προγόνων ἠγνοηκέναι δόξομεν, ὅπη αὐτῷ ἔχει. χαλεπὸν [p. 276] μὲν τὸ ἐνθύμημα καὶ οὐ πάνυ τι ῥᾴδιον, οὐ μὴν πρόσω γε τῆς τέχνης. παραδίδωμι οὖν αὐτὸ ἐς γνῶσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: