Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὡς καλὸν ἐντάφιον τὸ ἐν Ὀλυμπίᾳ μὴ ἀπειπεῖν.
Προμάχου δὲ τοῦ ἐκ Πελλήνης ξυνίει μὲν ὁ γυμναστὴς
ἐρῶντος, ἀγχοῦ δὲ Ὀλυμπίων ὄντων ‘ὦ Πρόμαχε’,
εἶπε ‘δοκεῖς μοι ἐρᾶν:’ ὡς δὲ εἶδεν ἐρυθριῶντα
‘ἀλλ᾽ οὐκ ἐλέγξων’ ἔφη ‘ταῦτα ἠρόμην,
ξυλληψόμενος δέ σοι τοῦ ἔρωτος: καὶ γὰρ ἂν καὶ
διαλεχθείην ὑπὲρ σοῦ τῷ γυναίῳ.’ καὶ διαλεχθεὶς
οὐδὲν ἀφίκετο πρὸς τὸν ἀθλητὴν ἀπάγων λόγον
οὐκ ἀληθῆ, πλείστου δὲ ἄξιον τῷ ἐρῶντι: ‘οὐκ
ἀπαξιοῖ τοί σε’ ἔφη ‘εἶναι τῶν ἑαυτῆς παιδικῶν
νικῶντα Ὀλυμπίασι’ καὶ ὁ Πρόμαχος ἀναπνεύσας
ὑφ᾽ ὧν ἤκουσεν, οὐκ ἐνίκα μόνον, ἀλλὰ καὶ Πουλυδάμαντα
τὸν Σκοτουσσαῖον μετὰ τοὺς λέοντας, οὓς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.