previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

, εἰ γιγνώσκοι τι, πονήρως ἐπὶ τοὺς παῖδας χρήσεται βασανίζων ἐλευθερίαν ἀκραιφνοῦς αἵματος. τῆς μὲν δὴ προειρημένης ἐπιστήμης γυμναστικὴ τοσούτῳ τελεωτέρα, πρὸς δέ γε ἰατρικὴν ὧδε ἔχει: νοσήματα, ὁπόσα κατάῤῥους καὶ ὑδέρους καὶ φθόας ὀνομάζομεν, καὶ ὁπόσαι ἱεραὶ νόσοι, ἰατροὶ μὲν παύουσιν ἐπαντλοῦντές τι ἀποκλύζοντες ἐπιπλάττοντες, γυμναστικὴ δὲ τὰ τοιαῦτα διαίταις ἴσχει καὶ τρίψει. ῥήξαντα δέ τι τρωθέντα θολωθέντα τὸ ἐν ὀφθαλμοῖς φῶς ὀλισθήσαντά τινα τῶν ἄρθρων ἐς ἰατροῦ χρὴ φέρειν, ὡς οὐδὲν γυμναστικὴ πρὸς τὰ τοιαῦτα. ἀρκούντως μὲν οἶμαι ἀποδεδεῖχθαί μοι, ὁπόση πρὸς ἑκατέραν ἐπιστήμην γυμναστική ἐστι, δοκῶ δέ μοι κἀκεῖνο ἐν αὐτῇ ὁρᾷν: ἰατρικὴν πᾶσαν αὐτὸς οὐδεὶς ἂν ῾ξυλλαμβάνειν δύναιτὀ, ἀλλ᾽ μὲν ῥηγμάτων ἐπαίειν, δὲ ξυνιέναι πυρεττόντων, δὲ ὀφθαλμιώντων, δὲ φθισικῶν ὑγιῶς ἁπάντων, καὶ [p. 270] μεγάλου ὄντος τοῦ κἂν σμικρόν τι αὐτῆς ἐξεργάσασθαι ὀρθῶς φασὶν οἱ ἰατρικοὶ πᾶσαν γιγνώσκειν: γυμναστικὴν δὲ οὐκ ἂν ἐπαγγείλαιτό τις ὁμοῦ πᾶσαν, γὰρ τὰ δρομικὰ εἰδὼς τὰ τῶν παλαιόντων καὶ τῶν παγκρατιαζόντων οὐκ ἐπιστήσεται, καὶ τὰ βαρύτερα γυμνάζων ἀμαθῶς τῆς ἄλλης ἐπιστήμης ἅψεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: