previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοιόσδε μὲν παλαιστής, καὶ παγκρατιάσει γε τοιοῦτος τὸ κάτω παγκράτιον ἀκροχειριεῖταί τε οὐχ ἧττον. τελεώτεροι δὲ τῶν παγκρατιαστῶν οἱ ξυγκείμενοι παλαιστικώτερον ῾μὲν᾽ οἱ πύκται, πυκτικώτερον δὲ οἱ παλαίσοντες. γενναῖοι τῶν ἀθλητῶν καὶ οἱ ἐν μικρῷ μεγάλοι: τούτους δὲ ἡγώμεθα τοὺς ὑποδεεστέρους μὲν τὸ μέγεθος οἱ τετράγωνοι τε καὶ σύμμετροι, τὸ δὲ σῶμα διηρθρωμένους μεγαλοειδῶς τε καὶ ὑπερφυεστέρως τοῦ μήκους, καὶ [p. 282] μᾶλλον, ἢν μὴ κατεσκληκέναι δοκῶσιν, ἀλλὰ καὶ τοῦ εὐσάρκου τι ὑποφαίνωσι. κηρύττει δὲ αὐτοὺς πάλη μᾶλλον, εὔστροφοί τε γὰρ καὶ πολύτροποι καὶ σφοδροὶ καὶ κοῦφοι καὶ ταχεῖς καὶ ὁμότονοι, καὶ πολλὰ τῶν ἀπόρων τε καὶ δυσπαλαίστων διαφεύγουσιν ἐπιστηριζόμενοι τῇ κεφαλῇ, καθάπερ βάσει, παγκρατίου δὲ καὶ πυγμῆς οὐκ ἀγαθοὶ προστάται, τῷ τε πλήττοντι ὑποκείμενοι καὶ γελοίως ἀπὸ τῆς γῆς ἑαυτοὺς ἐπαίροντες, ὁπότε αὐτοὶ πλήττοιεν. παράδειγμα δὲ ποιώμεθα τῶν ἐν μικρῷ μεγάλων τὰς εἰκόνας τοῦ παλαιστοῦ Μάρωνος, ὃν Κιλικία ποτὲ ἤνεγκε. παραιτητέον δὲ τούτων καὶ τοὺς μακροθώρακας: διαφυγεῖν μὲν γὰρ πάλης ῾τὰ δυσφύλακτἀ ἱκανοὶ καὶ οἵδε, καταπαλαῖσαι δὲ ἀχρεῖοι διὰ τὸ ἐπικαθῆσθαι τοῖς σκέλεσι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: