previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἄρκτοις ἐν τοῖς δρόμοις. οἱ δὲ ἰσόχειρες, οὓς περιδεξίους ὀνομάζουσι, σπάνιον εὕρημα φύσεως ὄντες τήν τε ἰσχὺν ἄρρηκτοι καὶ δυσφύλακτοι καὶ ἀκμῆτες. τουτὶ γὰρ αὐτοῖς δίδωσι τὸ ἰσοδέξιον αὐτοῦ τοῦ σώματος πλέον ἰσχύον τῶν ἀρτίων. τουτὶ δὲ ὁπόθεν ῾οἶδἀ λέγω: μῦς Αἰγύπτιος, ῾ὡσ᾽ ἐγὼ τῶν πρεσβυτέρων ἤκουον, μειράκιον μὲν ἦν οὐ μέγα, ἐπάλαιε δὲ πρόσω τέχνης: τούτῳ νοσήσαντι ὑπέβη μὲν τὰ δεξιά, ἐπέδωκε δὲ τὰ ἀριστερά, τοῦ δὲ ἀθλεῖν ἀπεγνωκότι ὄναρ ἐγένετο θαῤῥεῖν τὴν νόσον, ἰσχύσειν γὰρ πλέον τοῖς πεπηρωμένοις τοῖς ἀκεραίοις τε καὶ ἀτρώτοις. καὶ ἀληθὴς ὄψις: τὰ γὰρ δυσφύλακτα τῶν παλαισμάτων τοῖς βεβλαμμένοις τῶν μερῶν διαπλέκων χαλεπὸς ἦν τοῖς ἀντιπάλοις καὶ ὤνητο τῆς νόσου τὸ τοῖς διεφθορόσιν ἐῤῥῶσθαι. τοῦτο θαυμάσιον μέν, εἰρήσθω δὲ μὴ ὡς γιγνόμενον, ἀλλ᾽ ὡς γενόμενον καὶ θεοῦ δοκείτω μᾶλλον ἐνδεικνυμένου τι τοῖς ἀνθρώποις μέγα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: