previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὸ δὲ οὕτω τρυφᾷν δριμὺ μὲν καὶ ἐς ἀφροδισίων ὁρμήν, ἦρξε δὲ ἀθληταῖς καὶ τῆς ὑπὲρ χρημάτων παρανομίας καὶ τοῦ πωλεῖν τε καὶ ὠνεῖσθαι τὰς νίκας: οἱ μὲν γὰρ καὶ ἀποδίδονται τὴν ἑαυτῶν εὔκλειαν, δἰ οἶμαι, τὸ πολλῶν δεῖσθαι, οἱ δὲ ὠνοῦνται τὸ μὴ ξὺν πόνῳ νικᾷν διὰ τὸ ἁβρῶς διαιτᾶσθαι. καὶ ἀργυροῦν: μὲν χρυσοῦν περισπῶντι ἀνάθημα διαφθείροντι ὀργὴν οἱ νόμοι ὡς ἐνόχῳ ἱεροσυλίᾳ ὄντι ῾φαίνουσἰ, στέφος δὲ Ἀπόλλωνος Ποσειδῶνος, ὑπὲρ οὗ καὶ αὐτοὶ οἱ θεοὶ μέγα ἤθλησαν, ἄδεια μὲν ἀποδίδοσθαι, ἄδεια δὲ ὠνεῖσθαι, πλὴν ὅσα Ἠλείοις κότινος ἄσυλος μένει κατὰ τὴν ἐκ παλαιοῦ δόξαν, οἱ δὲ ἄλλοι τῶν ἀγώνων ἐπηρώθησαν: ἓν ἐκ πολλῶν εἰρήσθω μοι, ἐν πάντα: παῖς ἐνίκα πάλην Ἴσθμια τρισχιλίας ἑνὶ τῶν ἀντιπάλων ὁμολογήσας ὑπὲρ τῆς νίκης. ἥκοντες οὖν τῆς ὑστεραίας ἐς τὸ γυμνάσιον μὲν ἀπῄτει τὰ χρήματα, δὲ οὐκ ὀφείλειν ἔφη, κεκρατηκέναι γὰρ δὴ ἄκοντος. ὡς δὲ οὐδὲν ἐπέραινεν, ὅρκῳ ἐπιτρέπουσι καὶ παρελθὼν ἐς τὸ τοῦ Ἰσθμίου ἱερὸν ὤμνυε δημοσίᾳ καὶ ταῦτα κατ᾽ ὀφθαλμοὺς τῆς Ἑλλάδος τὴν νίκην ἀποδόμενος μὴν πεπρακέναι τοῦ θεοῦ τὸν ἀγῶνα, τρισχιλίας γὰρ ὡμολογῆσθαί οἱ, καὶ ὤμνυε ταῦτα λαμπρᾷ τῇ φωνῇ, μὴ δή τι ἀσαφὲς εἴη δείσας. τί μὲν οὐκ ἂν ἐν Ἰωνίᾳ, τί δὲ οὐκ ἂν ἐν Ὀλυμπίᾳ γένοιτο ἐπ᾽ αἰσχύνῃ ῾τοιαύτᾐ ἀγῶνος; ὅσῳ γὰρ ἀληθεστέρα, εἰ οὐδ᾽ ἄνευ μαρτύρων, τοσῷδε ἀνιερωτέρα καὶ ἐπιρρητοτέρα. οὐκ ἀφίημι τοὺς γυμναστὰς καὶ ἀθλητὰς ἐπὶ τῇ διαφθορᾷ ταύτῃ, πάρεισι μὲν γὰρ μετὰ χρημάτων ἐπὶ τὸ [p. 287] γυμνάζειν, καὶ δανείζοντες τοῖς ἀθληταῖς ἐπὶ τόκοις μείζοσιν ὧν ἔμποροι θαλαττεύοντες ῾δανείζονταἰ, τῆς μὲν τῶν ἀθλητῶν δόξης ἐπιστρέφονται οὐδέν, τοῦ δὲ πωλεῖν τε καὶ ὠνεῖσθαι ξύμβουλοι γίγνονταί σφισι προνοοῦντες τοῦ ἑαυτῶν κέρδους. καὶ ταυτὶ μὲν κατὰ καπηλευόντων εἰρήσθω μοι, καπηλεύουσι γάρ που τὰς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: