previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀναστασίου δὲ ὀλίγῳ ὕστερον τελευτήσαντος Ἰουστῖνος τὴν βασιλείαν παρέλαβεν, ἀπεληλαμένων αὐτῆς τῶν Ἀναστασίου ξυγγενῶν ἁπάντων, καίπερ πολλῶν τε καὶ λίαν ἐπιφανῶν ὄντων. [2] τότε δὴ μέριμνά τις Καβάδῃ ἐγένετο μή τι Πέρσαι νεωτερίσωσιν ἐς τὸν αὑτοῦ οἶκον, ἐπειδὰν τάχιστα αὐτὸς τελευτήσῃ τὸν βίον, ἐπεὶ οὐδὲ ἀντιλογίας χωρὶς ἐς τῶν παίδων τινὰ παραπέμψαι τὴν ἀρχὴν ἔμελλε. [3] τῶν γάρ οἱ παίδων τὸν πρεσβύτατον Καόσην τῆς μὲν ἡλικίας ἕνεκα ἐς τὴν βασιλείαν νόμος ἐκάλει, ἀλλὰ Καβάδην οὐδαμῆ ἤρεσκεν. ἐβιάζετο δὲ τήν τε φύσιν καὶ τὰ νόμιμα τοῦ πατρὸς γνώμη. [4] Ζάμην δέ, ὃς τὰ δευτερεῖα ἐφέρετο, τοῖν ὀφθαλμοῖν τὸν ἕτερον ἐκκεκομμένον ἐκώλυεν νόμος. ἑτερόφθαλμον γὰρ ἄλλῃ τινὶ λώβῃ ἐχόμενον οὐ θέμις Πέρσαις βασιλέα καθίστασθαι. [5] Χοσρόην δέ, ὃς αὐτῷ ἐκ τῆς Ἀσπεβέδου ἀδελφῆς ἐγεγόνει, ὑπερηγάπα μὲν πατήρ, ὁρῶν δὲ Πέρσας [p. 84] σχεδόν τι εἰπεῖν ἅπαντας τεθηπότας τὴν Ζάμου ἀνδρείαν ῾ἦν γὰρ ἀγαθὸς τὰ πολέμιἀ καὶ τὴν ἄλλην ἀρετὴν σέβοντας, ἔδεισε μὴ Χοσρόῃ ἐπαναστάντες ἔργα ἀνήκεστα ἐς τὸ γένος καὶ τὴν βασιλείαν ἐργάσωνται. [6] ἔδοξεν οὖν αὐτῷ ἄριστον εἶναι τόν τε πόλεμον καὶ τὰς τοῦ πολέμου αἰτίας διαλῦσαι Ῥωμαίοις, ἐφ̓ Χοσρόης παῖς ἐσποιητὸς Ἰουστίνῳ βασιλεῖ γένοιτο: οὕτω γάρ οἱ μόνως τὸ ὀχυρὸν ἐπὶ τῇ ἀρχῇ διασώσασθαι. διὸ δὴ πρέσβεις τε ὑπὲρ τούτων καὶ γράμματα ἐς Βυζάντιον Ἰουστίνῳ βασιλεῖ ἔπεμψεν. [7] ἐδήλου δὲ γραφὴ τάδε: ‘Οὐ δίκαια μὲν πεπονθέναι πρὸς Ῥωμαίων ἡμᾶς καὶ αὐτὸς οἶσθα, ἐγὼ δὲ ὑμῖν τὰ ἐγκλήματα πάντα ἀφεῖναι παντελῶς ἔγνωκα, ἐκεῖνο εἰδώς, ὡς οὗτοι ἂν μάλιστα τῶν ἀνθρώπων νικῷεν, οἵ γε, προσόντος αὐτοῖς τοῦ δικαίου, εἶτα ἐλασσούμενοι ἑκόντες εἶναι τῶν φίλων ἡσσῶνται. [8] χάριν μέντοι αἰτοῦμαί σε ὑπὲρ τούτων τινά, ἂν οὐχ ἡμᾶς αὐτοὺς μόνον, ἀλλὰ καὶ τὸ ἑκατέρου ὑπήκοον ἅπαν ἔς τε τὸ ξυγγενὲς συνδέουσα καὶ τὴν ἀπ̓ αὐτοῦ ὡς τὸ εἰκὸς εὔνοιαν, ἐς κόρον δή που τῶν τῆς εἰρήνης ἀγαθῶν καταστήσασθαι ἱκανὴ εἴη. [9] λέγω δὲ ὅπως ἂν Χοσρόην τὸν ἐμόν, ὅς μοι τῆς βασιλείας διάδοχος ἔσται, εἰσποιητὸν παῖδα ποιήσαιο.’ [10] Ταῦτα ἐπεὶ ἀπενεχθέντα Ἰουστῖνος βασιλεὺς εἶδεν, αὐτός τε περιχαρὴς ἐγένετο καὶ Ἰουστινιανὸς βασιλέως ἀδελφιδοῦς, ὃς δὴ αὐτῷ καὶ τὴν βασιλείαν ἐκδέξασθαι ἐπίδοξος ἦν. [11] καὶ κατὰ τάχος ἐς τὴν πρᾶξιν ἠπειγέσθην τὴν ἐσποίησιν [p. 86] ἐν γράμμασι θέσθαι νόμος Ῥωμαίοις, εἰ μὴ Πρόκλος ἐκώλυσεν, ὃς βασιλεῖ τότε παρήδρευε τὴν τοῦ καλουμένου κοιαίστωρος ἀρχὴν ἔχων, ἀνὴρ δίκαιός τε καὶ χρημάτων διαφανῶς ἀδωρότατος. [12] διὸ δὴ οὔτε νόμον τινὰ εὐπετῶς ἔγραφεν οὔτε τι τῶν καθεστώτων κινεῖν ἤθελεν, ὃς καὶ τότε ἀνταίρων ἔλεξε τοιάδε: [13]Νεωτέροις μὲν ἐγχειρεῖν πράγμασιν οὔτε εἴωθα καὶ ἄλλως δέδοικα πάντων μάλιστα, εὖ εἰδὼς ὅτι ἐν τῷ νεωτεροποιῷ τό γε ἀσφαλὲς οὐδαμῶς σώζεται. [14] δοκῶ δέ μοι, εἰ καὶ λίαν τις ἦν περὶ ταῦτα θρασύς, ἀποκνῆσαι ἂν ἐς τήνδε τὴν πρᾶξιν: καὶ κατορρωδῆσαι τὸν ἐξ αὐτῆς σάλον: [15] οὐ γὰρ ἄλλο οὐδὲν οἶμαι ἔν γε τῷ παρόντι ἡμῖν ἐν βουλῇ εἶναι ὅπως ἂν τὰ Ῥωμαίων πράγματα Πέρσαις εὐπρεπεῖ παραδοίημεν λόγῳ, οἵ γε οὐκ ἐγκρυφιάζοντες οὐδὲ παραπετάσμασί τισι χρώμενοι, ἀλλὰ διαρρήδην ὁμολογοῦντες τὸ βούλευμα, οὕτως ἀνέδην ἀφαιρεῖσθαι τὴν βασιλείαν ἡμᾶς ἀξιοῦσι, τῷ μὲν τῆς ἀπάτης φανερῷ τὴν ἀφέλειαν προϊσχόμενοι, λόγῳ δὲ ἀναιδεῖ τὴν ἀπραγμοσύνην προβεβλημένοι. [16] καίτοι χρῆν ἑκάτερον ὑμῶν ταύτην τῶν βαρβάρων τὴν πεῖραν παντὶ ἀποκρούεσθαι σθένει: σὲ μέν, βασιλεῦ, ὅπως δὴ μὴ Ῥωμαίων εἴης βασιλεὺς ὕστατος, σὲ δέ, στρατηγέ, ὅπως ἂν μὴ σαυτῷ ἐς τὴν βασιλείαν ἐμποδὼν γένοιο. [17] τὰ μὲν γὰρ ἄλλα σοφίσματα λόγου ὡς ἐπὶ πλεῖστον σεμνότητι καλυπτόμενα ἴσως ἄν που καὶ ἑρμηνέως τοῖς πολλοῖς δέοιτο, [p. 88] αὕτη δὲ ἄντικρυς ἐκ προοιμίων εὐθὺς πρεσβεία τῷ Ῥωμαίων βασιλεῖ Χοσρόην τοῦτον, ὅστις ποτέ ἐστι, κληρονόμον εἰσποιεῖν βούλεται. [18] οὑτωσὶ γάρ μοι περὶ τούτων διαλογίζεσθε: φύσει τοῖς παισὶ τὰ τῶν πατέρων ὀφείλεται, οἵ τε νόμοι τῷ διαλλάσσοντι ἀλλήλοις ἀεὶ ἐν πᾶσιν ἀνθρώποις μαχόμενοι ἐνταῦθα ἔν τε Ῥωμαίοις καὶ πᾶσι βαρβάροις ξυνίασί τε καὶ ξυνομολογοῦντες ἀλλήλοις κυρίους ἀποφαίνουσι τοὺς παῖδας εἶναι τοῦ τοῦ πατρὸς κλήρου. ὥστε τὰ πρῶτα ἑλομένοις ὑμῖν πάντα λελείψεται τὰ λοιπὰ ξυγχωρεῖν.’ [19] Πρόκλος μὲν τοσαῦτα εἶπε. βασιλεὺς δὲ καὶ βασιλέως ἀδελφιδοῦς τούς τε λόγους ἐνεδέχοντο καὶ τὸ πρακτέον ἐν βουλῇ ἐποιοῦντο. [20] ἐν τούτῳ δὲ καὶ ἄλλα Καβάδης γράμματα πρὸς Ἰουστῖνον βασιλέα πέμψας, ἄνδρας τε αὐτὸν στεῖλαι δοκίμους ἠξίου, ἐφ̓ τὴν εἰρήνην πρὸς αὐτὸν θήσονται, καὶ γράμμασι τὸν τρόπον σημῆναι καθ̓ ὃν ἂν αὐτῷ τὴν τοῦ παιδὸς εἰσποίησιν θέσθαι βουλομένῳ εἴη. [21] καὶ τότε δὴ Πρόκλος ἔτι μᾶλλον πρότερον τὴν Περσῶν πεῖραν διέβαλλε, μέλειν τε αὐτοῖς ἰσχυρίζετο ὅπως δὴ τὸ Ῥωμαίων κράτος σφίσιν αὐτοῖς ὡς ἀσφαλέστατα προσποιήσωνται. [22] καὶ γνώμην ἀπέφαινε τὴν μὲν εἰρήνην αὐτοῖς αὐτίκα δὴ μάλα περαίνεσθαι, ἄνδρας δὲ τοὺς πρώτους ἐκ βασιλέως ἐπ̓ αὐτῇ στέλλεσθαι, οὓς δὴ δεήσει πυνθανομένῳ τῷ Καβάδῃ καθ̓ τι δεῖ τὴν ἐσποίησιν Χοσρόῃ [p. 90] γενέσθαι, διαρρήδην ἀποκρίνασθαι ὅτι δεῖ ὡς βαρβάρῳ προσήκει, δηλῶν ὅτι οὐ γράμμασιν οἱ βάρβαροι τοὺς παῖδας ἐς ποιοῦνται, ἀλλ̓ ὅπλων σκευῇ. [23] οὕτω τοίνυν τοὺς πρέσβεις Ἰουστῖνος βασιλεὺς ἀπεπέμψατο, ἄνδρας τοὺς Ῥωμαίων ἀρίστους ἕψεσθαι σφίσιν οὐκ ἐς μακρὰν ὑποσχόμενος, οἳ τά τε ἀμφὶ τῇ εἰρήνῃ καὶ τῷ Χοσρόῃ ὡς ἄριστα διοικήσονται. [24] γράμμασί τε Καβάδην κατὰ ταὐτὸ ἠμείψατο. στέλλονται τοίνυν ἐκ μὲν Ῥωμαίων Ὑπάτιος, Ἀναστασίου τοῦ πρώην βεβασιλευκότος ἀδελφιδοῦς, πατρίκιός τε καὶ ἀρχὴν τῆς ἕω τὴν στρατηγίδα ἔχων, καὶ Ῥουφῖνος Σιλβανοῦ παῖς, ἔν τε πατρικίοις ἀνὴρ δόκιμος καὶ Καβάδῃ ἐκ πατέρων αὐτῶν γνώριμος: [25] ἐκ Περσῶν δὲ ἀνὴρ δυνατώτατός τε καὶ ἐξουσίᾳ πολλῇ χρώμενος, ὄνομα μὲν Σεόσης, ἀδρασταδάραν σαλάνης δὲ τὸ ἀξίωμα, καὶ Μεβόδης, [26] τὴν τοῦ μαγίστρου ἔχων ἀρχήν. οἳ δὴ ἐς χῶρόν τινα ξυνιόντες ὃς γῆν τὴν Ῥωμαίων τε καὶ Περσῶν διορίζει, ἀλλήλοις τε ξυγγινόμενοι ἔπρασσον ὅπως τά τε διάφορα διαλύσουσι καὶ τὰ ἀμφὶ τῇ εἰρήνῃ εὖ θήσονται. [27] ἧκε δὲ καὶ Χοσρόης ἐς ποταμὸν Τίγρην, ὃς δὴ πόλεως Νισίβιδος διέχει δυοῖν ἡμέραιν ὁδῷ μάλιστα, ὅπως, ἐπειδὰν τὰ ἐς τὴν εἰρήνην ἑκατέροις δοκῇ ὡς ἄριστα ἔχειν, αὐτὸς ἐς Βυζάντιον στέλλοιτο. [28] πολλοὶ μὲν οὖν καὶ ἄλλοι λόγοι πρὸς ἀμφοτέρων ὑπὲρ τῶν ἐν σφίσι διαφόρων ἐλέγοντο, καὶ γῆν δὲ τὴν [p. 92] Κολχίδα νῦν Λαζικὴ ἐπικαλεῖται Σεόσης ἔλεγε Περσῶν κατήκοον τὸ ἀνέκαθεν οὖσαν βιασαμένους λόγῳ οὐδενὶ Ῥωμαίους ἔχειν. [29] ταῦτα Ῥωμαῖοι ἀκούσαντες δεινὰ ἐποιοῦντο, εἰ καὶ Λαζικὴ πρὸς Περσῶν ἀντιλέγοιτο. ἐπεὶ δὲ καὶ τὴν ἐσποίησιν ἔφασκον δεῖν γενέσθαι Χοσρόῃ οὕτως ὥσπερ βαρβάρῳ προσήκει, οὐκ ἀνεκτὰ Πέρσαις ἔδοξεν εἶναι. [30] ἑκάτεροι οὖν διαλυθέντες ἐπ̓ οἴκου ἀνεχώρησαν, καὶ Χοσρόης ἄπρακτος πρὸς τὸν πατέρα ἀπιὼν ᾤχετο, περιώδυνός τε ὢν τοῖς ξυμπεσοῦσι καὶ Ῥωμαίους εὐχόμενος τῆς ἐς αὐτὸν ὕβρεως τίσασθαι. [31] Μετὰ δὲ Μεβόδης μὲν τὸν Σεόσην διέβαλλε Καβάδῃ, ὡς δὴ ἐξεπίτηδες, οὔ οἱ ἐπιτεταγμένον πρὸς τοῦ δεσπότου, τὸν Λαζικῆς λόγον προθείη, τὴν εἰρήνην ἐκκρούων Ὑπατίῳ τε κοινολογησάμενος πρότερον, ὃς δὴ βασιλεῖ τῷ οἰκείῳ εὐνοϊκῶς ὡς ἥκιστα ἔχων τήν τε εἰρήνην καὶ τὴν Χοσρόου ἐσποίησιν ἔργῳ ἐπιτελῆ οὐκ ἐῴη γενέσθαι, πολλὰ δὲ καὶ ἄλλα κατηγοροῦντες οἱ ἐχθροὶ τὸν Σεόσην ἐς δίκην ἐκάλουν. [32] Περσῶν μὲν οὖν βουλὴ ξύμπασα φθόνῳ μᾶλλον νόμῳ ξυνειλεγμένοι ἐδίκαζον. τῇ τε γὰρ ἀρχῇ οὐ ξυνειθισμένῃ σφίσιν αὐτοῖς ἐπιεικῶς ἤχθοντο καὶ τῷ τρόπῳ τοῦ ἀνδρὸς χαλεπῶς εἶχον. [33] ἦν γὰρ Σεόσης χρημάτων μὲν ἀδωρότατος καὶ τοῦ δικαίου ἐπιμελητὴς ἀκριβέστατος, ἀλαζονείας δὲ νόσῳ ἐχόμενος οὐδὲν ὁμοίως τοῖς ἄλλοις ἀνθρώποις. ξυμφυὲς μὲν γὰρ εἶναι δοκεῖ τοῖς Περσῶν ἄρχουσι τοῦτό γε ἐν δὲ τῷ Σεόσῃ καὶ αὐτοὶ ᾤοντο [p. 94] ὑπερφυῶς ἐς τὰ μάλιστα τὸ πάθος ἀκμάσαι. [34] ἔλεγον δὲ οἱ κατήγοροι ταῦτά τε ἅπερ μοι προδεδήλωται καὶ ὡς ἥκιστα τῷ ἀνθρώπῳ βουλομένῳ εἴη ἐν τῷ καθεστῶτι τρόπῳ βιοτεύειν περιστέλλειν τὰ Περσῶν νόμιμα. [35] καινά τε γὰρ αὐτὸν δαιμόνια σέβειν καὶ τελευτήσασαν ἔναγχος τὴν γυναῖκα θάψαι, ἀπειρημένον τοῖς Περσῶν νόμοις γῇ κρύπτειν ποτὲ τὰ τῶν νεκρῶν σώματα. [36] οἱ μὲν οὖν δικασταὶ θάνατον τοῦ ἀνθρώπου κατέγνωσαν, Καβάδης δὲ ὥσπερ μὲν ξυναλγοῦντι ἅτε φίλῳ τῷ Σεόσῃ ἐῴκει, ἐξελέσθαι δὲ αὐτὸν οὐδαμῆ ἤθελεν. [37] οὐ μὴν οὐδὲ ὅτι αὐτὸν δἰ ὀργῆς ἔχοι ἐξήνεγκεν, ἀλλὰ τῷ λόγῳ παραλύειν τοὺς Περσῶν νόμους οὐκ ἐβούλετο, καίπερ ζωάγρια τῷ ἀνθρώπῳ ὀφείλων, ἐπεί οἱ Σεόσης αἰτιώτατος γέγονε βιῶναί τε καὶ βασιλεῖ εἶναι. οὕτω μὲν Σεόσης καταγνωσθεὶς ἐξ ἀνθρώπων ἠφάνιστο. [38] δὲ ἀρχὴ ἐξ αὐτοῦ ἀρξαμένη ἐς αὐτὸν ἐτελεύτησεν. ἕτερος γάρ τις ἀδρασταδάραν σαλάνης οὐδεὶς γέγονε. καὶ Ῥουφῖνος δὲ Ὑπάτιον ἐς βασιλέα διέβαλλε. [39] διὸ δὴ αὐτόν τε παρέλυσε τῆς ἀρχῆς βασιλεύς, καὶ τῶν οἱ ἐπιτηδείων τινὰς πικρότατα αἰκισάμενος οὐδὲν ὑγιὲς ἐν ταύτῃ τῇ διαβολῇ τὸ παράπαν εὗρε, κακὸν μέντοι οὐδὲν Ὑπάτιον ἄλλο εἰργάσατο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: