[14] Ἔρουλοι δὲ ὅσοι στασιῶται ἀμφ̓ αὐτὸν τεταγμένοι ἐτύγχανον, οὐδὲ εἵποντο, ἀλλὰ καὶ παντὶ σθένει ἐκώλυον, φάσκοντες οὐκ εἰδέναι μὲν τὴν Γερμανοῦ δύναμιν, ὁποία ποτέ ἐστιν, ἐξεπίστασθαι μέντοι ὡς οὐδαμῆ σφίσιν ἀνθέξουσιν ὅσοι ἐς κέρας τὸ δεξιὸν τῶν [p. 366] πολεμίων ἐτάξαντο.