[8] τῷ δὲ Γρηγορίῳ ἐπέστελλε τῶν Ἀρμενίων πολλοὺς τοὺς μάλιστα εὐτολμοτάτους ἀπολεξαμένῳ ἐς τὸ Παλάτιον ἐπαγαγέσθαι, τὰ ξίφη μόνα ἐν χερσὶ φέροντας: ῾ἄλλῳ γὰρ οὐδενὶ τοὺς τοῖς ἄρχουσιν ἐν πόλει ἑπομένους ὁπλίζεσθαι θέμις᾿ τούτους τε ἐν τῷ προστώῳ ἀπολιπόντι εἴσω ξὺν τοῖς δορυφόροις γενέσθαι, καὶ αὐτῶν τὸ μὲν βούλευμα μηδενὶ ἐξειπεῖν, τοσοῦτον δὲ εἰπεῖν μόνον, ὡς ἐς τὸν Γόνθαριν ὑπόπτως ἔχοι, ἐπὶ πονηρῷ τῷ Ἀρταβάνους ἐς τὴν θοίνην αὐτὸν κεκληκέναι: