‘ [9] τὴν μὲν οὖν δίκην παρὰ τοῦ ἠδικηκότος ἡμᾶς λαβόντες ἔχομεν. εἰ δέ σοι βουλομένῳ ἐστὶ δουλεύειν τε Μαυρουσίους τῇ σῇ βασιλείᾳ καὶ πάντα ὑπηρετεῖν ᾗπερ εἰώθασι, Σέργιον μὲν τὸν τοῦ Σολόμωνος ἀδελφιδοῦν ἐνθένδε ἀπαλλαγέντα ἐπανήκειν παρὰ σὲ κέλευε, ἄλλον δὲ στρατηγὸν εἰς Λιβύην πέμπε. ’