[11] Περανίου δὲ ἡμέραις οὐ πολλαῖς ὕστερον Ῥωμαίων τισὶ διὰ πύλης Σαλαρίας ἐπὶ τοὺς πολεμίους ἡγησαμένου ἔφευγον μὲν κατὰ κράτος οἱ Γότθοι, παλινδιώξεως δὲ περὶ ἡλίου δυσμὰς ἐκ τοῦ αἰφνιδίου γεγενημένης, τῶν τις Ῥωμαίων πεζὸς ἐς μέγαν καταστὰς θόρυβον ἐς βαθεῖάν τινα κατώρυχα ἐμπίπτει, οἷαι πολλαὶ τοῖς πάλαι ἀνθρώποις πρὸς σίτου παρακαταθήκην ἐνταῦθα,