[29] καταπλαγεῖσα δὲ ἡ γυνὴ Ἀέτιον μὲν εἰργάσατο οὐδὲν ἄχαρι οὐδέ τι ὠνείδισεν ὧν αὐτῷ ἐς τὸν βασιλέως οἶκον ἐπέπρακτο, ἐπεὶ αὐτός τε δυνάμει μεγάλῃ ἐχρῆτο καὶ τὰ τῆς βασιλείας πράγματα πονηρὰ ἤδη ἦν: τοῖς δὲ Βονιφατίου φίλοις τήν τε Ἀετίου ὑποθήκην ἔφραζε καὶ πίστεις παρεχομένη καὶ ὅρκια ἔχρῃζεν αὐτῶν ὅπως τὸν ἄνδρα, ἢν δύνωνται, πείσουσιν ἐπανήκειν ἐς τὰ πάτρια ἤθη, οὐ [p. 32] περιιδόντα ὑπὸ βαρβάροις κειμένην τὴν Ῥωμαίων ἀρχήν.