[24] γράμμασί τε Καβάδην κατὰ ταὐτὸ ἠμείψατο. στέλλονται τοίνυν ἐκ μὲν Ῥωμαίων Ὑπάτιος, Ἀναστασίου τοῦ πρώην βεβασιλευκότος ἀδελφιδοῦς, πατρίκιός τε καὶ ἀρχὴν τῆς ἕω τὴν στρατηγίδα ἔχων, καὶ Ῥουφῖνος ὁ Σιλβανοῦ παῖς, ἔν τε πατρικίοις ἀνὴρ δόκιμος καὶ Καβάδῃ ἐκ πατέρων αὐτῶν γνώριμος: