[51] καὶ ἐπειδὴ ἀπέβησαν, τοῖς μὲν ἄλλοις ἐνετέλλετο ἡσυχάζουσι καὶ τὰς ἀσπίδας προβαλλομένοις δεχομένοις τε τὰ παρὰ τῶν πολεμίων πεμπόμενα ἐν τῇ τάξει μένειν: αὐτὸς δὲ στρατιώτας οὐχ [p. 304] ἧσσον ἢ πεντακοσίους ἐπαγόμενος ἐς τὴν τοῦ κύκλου ἐπέσκηψε μοῖραν.