[14] τοιούτοις δὴ οὖσι τοῖς Μαυρουσίοις οἱ ἀμφὶ τὃ̣̣̓ Γελίμερα συχνὸν ξυνοικήσαντες χρόνον τήν τε ξυνειθισμένην αὐτοῖς δίαιταν ἐς τοῦτο ταλαιπωρίας μεταβαλόντες, ἐπειδὴ καὶ αὐτὰ σφᾶς τὰ ἀναγκαῖα ἤδη ἐπιλελοίπει, οὐκέτι ἀντεῖχον, ἀλλὰ καὶ τὸ τεθνάναι αὐτοῖς ἥδιστον καὶ τὸ δουλεύειν ἥκιστα αἰσχρὸν ἐνομίζετο.