[9] ὅπερ ἐπεὶ ἐν τῷ στρατοπέδῳ περιφερόμενον ἐς Καβάδην ἦλθεν, αὐτόπτης γενέσθαι τοῦ ἔργου ὁ Καβάδης ἐβούλετο, ἰδών τε ἐν θάμβει μεγάλῳ ξὺν Περσῶν τοῖς παροῦσιν ἐγίνετο, καὶ τὸν Ἰάκωβον ἐλιπάρει ἀφεῖναι τοῖς βαρβάροις τὸ ἔγκλημα. ὁ δὲ ἀφῆκέ τε λόγῳ ἑνὶ καὶ τὰ δεινὰ τοῖς ἀνθρώποις ἐλέλυντο.