[4] ἦν δὲ λάφυρα μὲν ὅσα δὴ ὑπουργία τῇ βασιλέως ἀνεῖσθαι [p. 280] εἰώθει, θρόνοι τε χρυσοῖ καὶ ὀχήματα οἷς δὴ τὴν βασιλέως γυναῖκα ὀχεῖσθαι νόμος, καὶ κόσμος πολὺς ἐκ λίθων ἐντίμων ξυγκείμενος, ἐκπώματά τε χρυσᾶ, καὶ τἄλλα ξύμπαντα ὅσα ἐς τὴν βασιλέως θοίνην χρήσιμα.