[24] καὶ πῦρ ἐνταῦθα ὁρᾶν πάρεστιν, ἤν τις ὑπερκύπτειν τολμήσειε, καὶ χρόνῳ μὲν τῷ ἄλλῳ ἡ φλὸξ ἐφ̓ ἑαυτὴν στρέφεται, πράγματα οὐδενὶ παρεχομένη τῶν ταύτῃ ἀνθρώπων, ἐπειδὰν δὲ κτύπον τινὰ μυκηθμῷ ἐμφερῆ τὸ ὄρος ἀφῇ, κόνεως μέγα τι χρῆμα οὐ πολλῷ ὕστερον ἐκ τοῦ ἐπὶ πλεῖστον ἀνίησι.