[40] σταδίους τε τριακοσίους ἀνύσαντες ἀφίκοντο ἐς Μισούαν τὸ Καρχηδονίων ἐπίνειον, καὶ ἐπεὶ ἐγένοντο ἐν τῷ ἀσφαλεῖ, αὐτίκα Σολόμων ἐκέλευε Μαρτῖνον ἐς Νουμιδίαν παρὰ Βαλεριανόν τε καὶ τῶν ξυναρχόντων τοὺς ἄλλους ἰέναι, πειρᾶσθαί τε, εἴ πως δύναιτο αὐτῶν ἕκαστος τῶν τινας γνωρίμων στρατιωτῶν ἢ χρήμασιν ἢ τρόπῳ ἑτέρῳ τῳ ὑπελθὼν ἐς εὔνοιαν τὴν βασιλέως μεταγαγεῖν.