‘ [25] τί τοίνυν ὡς ἐκ τῶν παρόντων ἑλομένοις ἡμῖν μᾶλλον ξυνοίσει; μόνας διεφθάρθαι [p. 138] τὰς ναῦς, ἢ αὐτοῖς ἀνδράσιν ἅπαντα ἀπολωλέναι τὰ πράγματα; χωρὶς δὲ τούτων νῦν μὲν ἀπαρασκεύοις ἐπιπεσόντες τοῖς πολεμίοις κατὰ νοῦν, ὡς τὸ εἰκός, ἀπαλλάξομεν: τὰ γὰρ πολέμια τῷ ἀπροσδοκήτῳ δουλοῦσθαι πέφυκε: ’