previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[13] εἵποντο δὲ αὐτῷ καὶ τοῦ Ἐρούλων ἔθνους πλέον τρισχίλιοι, ἱππεῖς ἅπαντες, ὧν ἄλλοι τε καὶ Φιλημοὺθ ἦρχον, καὶ Οὖννοί τε παμπληθεῖς καὶ Δαγισθαῖος ξὺν τοῖς ἑπομένοις ἐκ τοῦ δεσμωτηρίου διὰ τοῦτο ἀπαλλαγείς, καὶ Καβάδης, Πέρσας ἔχων αὐτομόλους πολλούς, Ζάμου μὲν υἱός, Καβάδου δὲ τοῦ Περσῶν βασιλέως υἱωνός, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην ἅτε τοῦ χαναράγγου σπουδῇ διαφυγόντος τε Χοσρόην τὸν θεῖον καὶ πολλῷ πρότερον ἀφικομένου ἐς τὰ Ῥωμαίων ἤθη: καὶ Ἄσβαδος, νεανίας τις, Γήπαις γένος, διαφερόντως δραστήριος, ὁμογενεῖς τετρακοσίους ξὺν αὑτῷ ἔχων, ἄνδρας ἀγαθοὺς τὰ πολέμια: καὶ Ἀρούθ, Ἔρουλος μὲν τὸ γένος, ἐκ παιδὸς δὲ Ῥωμαίων τὴν δίαιταν στέρξας καὶ τὴν Μαυρικίου τοῦ Μούνδου γυναῖκα γαμετὴν ποιησάμενος, αὐτός τε μαχιμώτατος ὢν καὶ πολλοὺς τοῦ Ἐρούλων ἔθνους ἑπομένους ἔχων ἐν πολέμου κινδύνοις ὡς μάλιστα δοκιμωτάτους: Ἰωάννης τε, Φαγᾶς τὴν ἐπίκλησιν, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην, Ῥωμαίων ἐπαγαγόμενος ὅμιλον ἀνδρῶν μαχίμων. [p. 332]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: