[26] Ἰωάννης δὲ ῾χρῆν γὰρ αὐτῷ γενέσθαι κακῶς᾿ τὴν βασιλέως ὑποθήκην ἐν ἀλογίᾳ πεποιημένος, ἀμφὶ νύκτα μέσην τῇ Ἀντωνίνῃ ξυνέμιξεν αἱμασιᾶς πού τινος ἄγχιστα, ἧς δὴ ὄπισθεν καθίσασα ἐτύγχανε τοὺς ἀμφὶ Ναρσῆν τε καὶ Μάρκελλον, ὅπως τῶν λεγομένων ἀκούσειαν.