[21] ἐπειδὰν οὖν ἐκ Βυζαντίου ἀπαλλαγεῖσα ἐν τῷ προαστείῳ γένηται ῾ὃ δὴ Ῥουφινιαναὶ μὲν ὀνομάζεται, Βελισαρίου δὲ ἴδιον ἐτύγχανεν ὄν̓, ἐνταῦθα τὸν Ἰωάννην ὡς [p. 246] ἀσπασόμενόν τε καὶ προπέμψοντα ἥκειν, καὶ τούς τε λόγους περὶ τῶν ὅλων ποιήσασθαι καὶ τὰ πιστὰ λαβεῖν τε καὶ δοῦναι. ταῦτα εἰποῦσα εὖ τε τῷ Ἰωάννῃ εἰπεῖν ἔδοξε καὶ ἡμέρα τακτὴ ἐπὶ τῇ πράξει διώριστο.